Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.29 Dem. 37.32 (English) >>Dem. 37.35

37.30μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφʼ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι; τί τοῦτʼ, φαυλότατʼ ἀνθρώπων, ἐνέγραψας; ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφʼ οἷσπερ ἐωνήμεθʼ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν.Μαρτυρία

37.31μαρτυρεῖς τοίνυν καὶ σύ· γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθʼ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σʼ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

37.32ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δʼ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθʼ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτʼ ἐστὶ δεινότερα. λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος.Ἔγκλημα

37.33ἐνταυθὶ πόλλʼ ἄττα καὶ δεινά μοι ἅμʼ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. τούτων δʼ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθʼ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλʼ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δʼ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. λέγε δʼ αὐτοῖς τουτονὶ τὸν νόμον.Νόμος



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.29 Dem. 37.32 (English) >>Dem. 37.35

Powered by PhiloLogic